Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.149 Joseph. AJ 9.153 (English) >>Joseph. AJ 9.158

9.151ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ· μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον. 9.152προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο. 9.153

Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε. 9.154καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν. 9.155τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.149 Joseph. AJ 9.153 (English) >>Joseph. AJ 9.158

Powered by PhiloLogic